Ancient Greek · ~2 min
Γ., Chapter 1
Aristotle, De partibus animalium 1.2-3
Not analysed yet
ὁ δʼ ἅνθρωπος πρὸς τε τὴν κοινὴν χρὴσιν καλῶς 2 ἔχει πεφυκότας, τοὺς μὲν προσθίους ὀξεῖς, ἵνα διαιρῶσι, τοὺς δὲ γομφίους πλατεῖς, ἵνα λεαίνωσιν. ὁρίζουσσι δ ἑκατέρους οἱ κυνόδοντες, μέσοι τὴν φύσιν ἀμφοτέρων ὄντες · τό τε γὰρ μέσον ἀμφοτέρων μετέχει τῶν ἄκρων, οἵ τε κυνόδοντες τῇ μὲν ὀξεῖς τῇ δὲ πλατεῖς εἰσίν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἅλλων ζῴων, ὅσα μὴ πάντας ἔχουσιν ὀξεῖς. μάλιστα δὲ καὶ τούτους τοιούτους καὶ τοσούτους πρὸς τὴν διάλεκτον· πολλἀ γὰρ πρὸς τὴν γένεσιν τῶν γραμμάτων οἱ πρὸσθιοι τῶν ὀδόντων συμβάλλονται.