Ancient Greek · ~3 min
ΠΕΡΙ ΖΩΙΩΝ ΜΟΡΙΩΝ Α., Chapter 1
Aristotle, De partibus animalium 1.22
Not analysed yet
22 ἔτι δὲ δυνάμει τὸ σπέρμα· δύναμις δʼ ὡς ἔχει πρὸς ἐντελέχειαν, ἴσμεν. εἰσὶν ἄρα δύʼ αἰτίαι αὗται, τό θʼ οὗ ἕνεκα καὶ τὸ ἐξ ἀνάγκης· πολλὰ γὰρ γίνεται, ὅτι ἀνάγκη. ἴσως δʼ ἄν τις ἀπορήσειε ποίαν λέγουσιν ἀνάγκην οἱ λέγντες ἐξ ἀνάγκης· τῶν μὲν γὰρ δύο τρόπων οὐδέτερον οἷόν θʼ ὑπάρχειν, τῶν διωρισμένων ἐν τοῖς κατὰ φιλοσοφίαν. ἔστι δʼ ἔν γε τοῖς ἔχουσι γένεσιν ἡ τρίτη· λέγομεν γὰρ τὴν τρογὴν φὴν ἀναγκαῖόν τι κατ᾿ οὐδέτερον τούτων τῶν τρπων, ἀλλʼ ὅτι οὐχ οἷόν τʼ ἄνευ ταύτης εἶναι. τοῦτο δʼ ἐστὶν ὥσπερ ἐξ ὑπσθέσεως· ὥσπερ γὰρ ἐπεὶ δεῖ σχίζειν τῷ πελέκει, ἀνάγκη σκληρὸν εἶναι, εἰ δὲ σκληρόν χαλκοῦν σιδηροῦν, οὕτω καὶ ἐπεὶ τὸ σῶμα ὄργανον (ἕνεκά τινος γὰρ ἕκαστον τῶν μορίων, ὁμοίως δὲ καὶ τὸ ὅλον), ἀνάγκη ἄρα τοιονδὶ εἶναι καὶ ἐκ τοιωνδί, εἰ ἐκεῖνο ἔσται.