Ancient Greek
ΠΕΡΙ ΖΩΙΩΝ ΜΟΡΙΩΝ Α., Chapter 1
Aristotle, De partibus animalium 1.25
Not analysed yet
δεικτέον δʼ οὕτως, οἷον ὅτι 25 ἔστι μὲν ἡ ἀναπνοὴ τουδὶ χάριν, τοῦτο δὲ γίνεται διὰ τάδε ἐξ ἀνάγκης. ἡ δʼ ἀνάγκη ὁτὲ μὲν σημαίνει ὅτι εἰ ἐκεῖνο ἔσται τὸ οὗ ἕνεκα, ταύτα ἀνάγκη ἐστὶν ἔχειν, ὁτὲ δʼ ὅτι ἔστιν οὕτως ἔχοντα καὶ πεφυκότα. τὸ θερμὸν γὰρ ἀναγκαῖον ἐξιέναι καὶ πάλιν εἰσιέναι ἀντικροῦον, τὸν δʼ ἀέρα εἰσρεῖν. τοῦτο δʼ ἤδη ἀναγκαῖόν ἐστιν. τού ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος ἐν τῇ ψύξει τού θύραθεν ἀέρος ἡ εἴσοδος καὶ ἡ ἔξοδσς ὁ μὲν οὖν τρόπος οὗτος ὁ τῆς μεθόδου, καὶ περὶ ὧν δεῖ λαβεῖν τὰς αἰτίας, ταύτα καὶ τοιαῦτά ἐστιν.