# De partibus animalium 1.5-3

Aristotle, De partibus animalium, Γ., Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-partibus-animalium/1.5-3

καθόλου δὲ 5 χρεὼν τι λαβεῖν, α καὶ ἐπὶ τούτων καὶ ἐπὶ πολλῶνν τῶν ὕστερον λεχθησομένων ἔσται χρήσιμον. τῶν τε γὰρ πρὸς ἀλκήν τε καὶ βοήθειαν ὀργανικῶν μορίων ἓκαστα ἀποδίδωσιν ἡ φύσις τοῖς δυναμένοις χρῆσθαι μόνοις ἦ μάλλον, μάλιστα δὲ τᾧ μάλιστα, οἷον κέντρον, πλ ῆκτρον, κέρατα, χαυλιόδοντας καὶ εἴ τι τοιἕτερον. ἐπεὶ δὲ τὸ ἄρρεν ίσχυρότερον καὶ θυμικωτερον, τὰ μὲν μόνα τὰ δὲ μἅλλον ἔχει τὰ τοιαῦτα τῶν μορίων. ὅσα μὲν γὰρ ἀναγκαῖον καὶ τοῖς θήλεσιν ἔχειν, οἷον τὰ πρὸς τὴν τροφήν, ἔχουσι μὲν ἧττον δʼ ἓχουσιν, ὅσα δὲ πρὸς μηδὲν τῶν ἀναγκαίων, οὐκ ἔχουσιν.

---

Aristotle, De partibus animalium, ed. Bernhard Langkavel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg030.local001/.
