Ancient Greek
Γ., Chapter 1
Aristotle, De partibus animalium 1.7-3
Not analysed yet
7 ώς δʼ αὕτως ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἅλλων τῶν τοιούτων. σἱ δʼ ἐχθύες πάντες εἰσὶ καρχαρόδοντες, πλὴν τού ἑνὸς τού καλουμένου σκάρου· πολλοὶ δʼ ἔχουσι καὶ ἐν ταῖς γλύότταις ὀδόντας καὶ ἐν τοῖς οὐρανοῖς. τούτου δʼ σἴτίον ὅτι ἀναγκαῖον ἐν ὑγροῖς οὐσί παρτὸ ὑγρὸν ἅμα τῇ τροφξ, καὶ τούτο ταχέως ἐκπέμπειν. οὐ γὰρ ἐνδέχεται λεαίνοντας διατρίβεινʼ εἰσρέοι γὰρ ἄν τὸ ὑγρὸν είς τὰς κοιλίας. διὰ τοῦτο πάντες εἰσὶν ὀξεῖς πρὸς τὴν διαίρεσιν. πάλιν καὶ πολλοὶ καὶ πολλαχῃ, ἵνα ἀντὶ τοῦ λεαίνειν εἰς πολλἀ κερματίζωσι τῷ πλήθει. γαμέψοὶ δὲ διὰ τὸ τὴν ἀλκὴν σχεδὸν ἅπασαν αὐτοῖς διὰ τούτων εἶναι.