Ancient Greek · ~2 min
ΠΕΡΙ ΖΩΙΩΝ ΜΟΡΙΩΝ Α., Chapter 1
Aristotle, De partibus animalium 1.8
Not analysed yet
δεῖ δὲ μὴ λεληθέναι καὶ πότερον 8 προσήκει λέγειν, ὥσπερ οἱ πρότερον ἐποιοῦντο τὴν θεωρίαν, πῶς ἕκαστον γίνεσθαι πέφυκε μᾶλλον πῶς ἔστιν. οὐ γάρ τι μικρὸν διαφέρει τοῦτο ἐκείνου. ἔοικε δʼ ἐντεῦθεν ἀρκτέον εἶναι, καθάπερ καὶ πρὸτερον εἴπομεν, ὅτι πρῶτον τὰ φαινόμενα ληπτέον περὶ ἕκαστον γένος, εἶθʼ οὕτω τὰς αἰτίας τούτων λεκτέον, καὶ περὶ γενέσεως· μᾶλλον γὰρ τάδε συμβαίνει καὶ περὶ τὴν οἰκοδόμησιν, ἐπεὶ τοιόνδ’ ἐστὶ τὸ εἶδος τῆς οἰκίας, ἢ τοιόνδ᾿ ἐστὶν ἡ οἰκία, ὅτι γίνεται οὕτως.