Ancient Greek · ~2 min
Γ., Chapter 10
Aristotle, De partibus animalium 10.10-2
Not analysed yet
10 ἀδύνατον δὲ φθέγγεσθαι κεχωρισμένης τῆς ἀρτηρίας καὶ ἅνευ τῆς ἐκ τοῦ πλεύμονος κινήσεως. παρά τε τοῖς βαρβάροις, παῤ οἷς ἀποτέμνουσι ταχέως τὰς κεφαλάς, οὐδέν πω τοιοῦτον συμβέβηκεν. ἔτι δʼ ἐπὶ τῶν ἅλλων ζῴων διὰ τίνʼ αἰτίαν οὐ γίνεται; τὸ μὲν γὰρ τοῦ γέλωτος πληγεισῶν τῶν φρενῶν εἰκότως. οὐδὲν γὰρ γελᾷ τῶν ἄλλων. προιέναι δέ ποι τὸ σῶμα τῆς κεφαλῆς ἀφῃρημένης οὐδὲν ἄλογον, ἐπεὶ τά γʼ ἄναιμα καὶ ζῇ πολύν χρόνον· δεδήλωται δὲ περὶ τῆς αἰτίας αὐτῶν ἐν ἑτέροις.