# De partibus animalium 10.10

Aristotle, De partibus animalium, Β., Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-partibus-animalium/10.10

ἐπὶ μὲν οὖν τῆς ἁρῆς τοῦτʼ 10 ἄδηλον· τούτου δʼ αἴτιον ὅτι οὐκ ἔστι τὸ πρῶτον αἰσθητήριον ἡ σάρξ καὶ τὸ τοιοῦτον μὸριον, ἀλλʼ ἐντός. ἐπὶ δὲ τῆς γλώττης ἠττον μέν, μᾶλλον δʼ ἢ ἐπὶ τῆς ἁψῆς· ἔστι γὰρ οἷον ἁρή τις καὶ αὕτη ἡ αἴσθησις. ὅμως δὲ δῆλον καὶ ἐπὶ ταύτης· φαίνεται γὰρ ἐσχισμένη. ἐπὶ δὲ τῶν ἄλλων αἰσθητηρίων φανερωτέρως ἐστὶν ἡ αἴσθησις διμερής· ὦτά τε γὰρ δύο καὶ ὄμματα καὶ ἡ τῶν μυκτήρων δύναμις διφυής ἐστιν.

---

Aristotle, De partibus animalium, ed. Bernhard Langkavel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg030.local001/.
