Ancient Greek · ~2 min
Δ., Chapter 10
Aristotle, De partibus animalium 10.33
Not analysed yet
συνέστηκε δὲ τὴν φύσιν ἐκ τοιούτων 33 τὸ μόριον τοῦτο ὥστε δύνασθαι ταῦτ᾿ ἀμφότερα συμβαίνειν· τὸ μὲν γὰρ ἔχει νευρῶδες τὸ δὲ χονδρῶδες, διόπερ συνιέναι τε δύναται καὶ ἔκτασιν ἔχειν καὶ πνεύματός ἐστι δεκτικόν. τὰ μὲν οὖν θή λεα τῶν τετραπόδων πάντʼ ἐστὶν ὀπισθουρητικὰ διὰ τὸ πρὸς τὴν ὀχείαν οὕτως εἶναι αὐτοῖς χρησίμην τὴν θέσιν, τῶν δʼ ἀρρένων ὀλίγα ἐστὶν ὀπισθουρητικά, οἷον λύγξ, λέων, κάμηλος, δασύπους· μώνυχον δʼ οὐδέν ἐστιν ὀπισθουρητικὸν.