Ancient Greek · ~2 min
Δ., Chapter 10
Aristotle, De partibus animalium 10.39
Not analysed yet
39 ὅπως δʼ ἐν φυλακῇ καὶ σκέπῃ ᾖ τὸ λειτουργοῦν μόριον τὴν ἔξοδον τοῦ περιττώματος, τὴν καλουμένην οὐρὰν καὶ κέρκον αὐτοῖς ἀπέδωκεν ἡ φύσις, ἀφελο μένη τῆς εἰς τὰ σκέλη γινομένης τροφῆς. ὁ δὲ πίθηκος διὰ τὸ τὴν μορφὴν ἐπαμφοτερίζειν καὶ μηδετέρων τʼ εἶναι καὶ ἀμφοτέρων, διὰ τοῦτʼ οὔτʼ οὐρὰν ἔχει οὔτʼ ἰσχία, ὡς μὲν δίπους ὢν οὐράν, ὡς δὲ τετράπους ἰσχία.