Ancient Greek · ~1 min
Β., Chapter 10
Aristotle, De partibus animalium 10.4
Not analysed yet
τὸ μὲν οὖν 4 ἔχειν τὴν κεφαλὴν ἂσαρκον ἐκ τῶν περὶ τὸν ἐγκέφαλον εἰρημένων ἀναγκαῖον συμβέβηκεν. οὐ γὰρ ὤσπερ τινὲς λέγουσιν, ὅτι εἰ σαρκώδης ἦν, μακροβιώτερον ἂν ἦν τὸ γένος· ἀλλʼ εὐαισθησίας ἕνεκεν ἄσαρκον εἶναί φασιν· αἰσθάνεσθαι μὲν γὰρ τῷ ἐγκεφάλῳ, τὴν δʼ αῖσθησιν οὐ προσίεσθαι τὰ μόρια τὰ σαρκὸδη λίαν.