Ancient Greek · ~2 min
Γ., Chapter 12
Aristotle, De partibus animalium 12.4
Not analysed yet
σπλῆνα δʼ ἔχει τὰ μὲν κερατοφόρα καὶ 4 διχαλὰ στρογγύλον, καθάπερ αἴξ καὶ πρόβατον καὶ τῶν ἄλλων ἕκαστον, εἰ μή τι διὰ μέγεθος εὐαυξέστερον ἔχει κατὰ μῆκος, οἷον ὁ τοῦ βοὸς πέπονθεν· τὰ δὲ πολυσχιδῆ πάντα μακρὸν, οἷον ὗς καὶ ἅνθρωπος καὶ κύων, τὰ δὲ μώνυχα μεταξὺ τούτων καὶ μικτόν· τῇ μὲν γὰρ πλατὺν ἔχει τῇ δὲ στενόν, οἷον ἵππος καὶ ὀρεὺς καὶ ὄνος.