Ancient Greek · ~2 min
Β., Chapter 13
Aristotle, De partibus animalium 13.2
Not analysed yet
2 τούτου μὲν οὖν ἕνεκα λεπτὸν τὸ δέρμα τὸ περὶ τὴν κόρην ἐστί, τῆς δὲ σωτηρίας χαέριν τὰ βλέφαραʼ καὶ διὰ τοῦτο σκαρδαμύσσει τε πάντα καὶ μάλιστʼ ἅνθρωπος, πάντα μὲν ὅπως τὰ προσπίπτοντα τοῖς βλεφάροις κωλύωσι (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλʼ ἡ φύσις ἐποίησε), πλειστάκις δʼ ὁ ἅνθρωπος διὰ τὸ λεπτοδερμότατος εἷναι. ἡ δὲ βλεφαρίς ἐστι δέρματι περιειλημμένη· διὸ καὶ οὐ συμφύεται οὔτε βλεφαρὶς οὔτʼ ἀκροποσθία, ὅτι ἄνευ σαρκὸς δέρματά ἐστιν.