# De partibus animalium 13.5

Aristotle, De partibus animalium, Β., Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-partibus-animalium/13.5

ἐκ δὲ τοῦ κανθοῦ τὸν παρὰ 5 τοὺς μυκτὴρας σκαρδαμύττουσιν, ὅτι βέλτιον ἀπʼ ἀρχῆς μιᾶς τὴν φύσιν εἶναι αὐτῶν, ούτοι δʼ ἔχουσιν ἀρχὴν τὴν πρὸς τὸν μυκτὴρα πρόσφυσιν· καὶ τὸ πρόσθιον ἀρχὴ τοῦ πλαγίου μᾶλλον. τὰ δὲ τετράποδα καὶ ᾧοτόκα οὐ σκαρδαμύττει ὁμοίως, ὅτι οὐδ ʼ ὑγρὰν αὐτοῖς ἀναγκαῖον ἔχειν καὶ ἀκριβὴ τὴν ὄψιν ἐπιγείοις οὗσιν. τοῖς δʼ ὄρνισιν ἀναγκαῖον· πόρρῳσθεν γὰρ ἡ χρῆσις τῆς ὄψεως. διὸ καὶ τὰ γαμ ψώνυχα μὲν ὀξυωπά (ἄνωθεν γὰρ αὐτοῖς ἡ θεωρία τῆς τροφῆς, διὸ καὶ ἀναπέτονται ταῦτα μάλιστα τῶν ὀρνέων εἰς ὕψος), τὰ δʼ ἐπίγεια καὶ μὴ πτητικά, οἷον ἀλεκτρυόνες καὶ τὰ τοιαύτα, οὐκ ὀξυωπά· οὐδὲν γὰρ αὐτἀ κατεπείγει πρὸς τὸν βίον.

---

Aristotle, De partibus animalium, ed. Bernhard Langkavel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg030.local001/.
