Ancient Greek · ~2 min
14.12 to 14.13
Aristotle, De partibus animalium 14.12-13
Not analysed yet
12 ἔχουσι δʼ ἐναντίως οἱ ἰχθύες τοῖς ὄρνισι τὰς ἀποφυάδας· οἱ μὲν γὰρ ἰχθύες ἄνω πρὸς τῇ κοιλίᾳ, τῶν δʼ ὀρνίθων οἱ ἔχοντες ἀποφυάδας κάτω πρὸς τῷ τέλει τοῦ ἐντέρου. ἔχουσι δʼ ἀποφυάδας ἔνια καὶ τῶν ζῳοτόκων ἐντερικὰς κάτω διὰ τὴν αὐτὴν αἰτίαν. τὸ δὲ τῶν ἰχθύων γένος ἅπαν, διὰ 13 τὸ ἐνδεεστέρως ἔχειν τὰ περὶ τὴν τῆς τροφῆς ἐργασίαν, ἀλλʼ ἄπεπτα διαχωρεῖν, λαίμαργον πρὸς τὴν τροφὴν ἐστε, καὶ τῶν ἄλλων δὲ πάντων ὅσα εὐθυέντερα ταχείας γὰρ γινομένης τῆς διαχωρὴσεως, καὶ διὰ ταύτα βραχείας οὔσης τῆς ἀπολαύσεως, ταχεῖαν ἀναγκαῖον γίνεσθαι πάλιν καὶ τὴν ἐπιθυμίαν.