Ancient Greek · ~2 min
Β., Chapter 14
Aristotle, De partibus animalium 14.4
Not analysed yet
τὴν δὲ κεφαλὴν ἅνθρωπός ἐστι 4 τῶν ζῴων δασύτατον, ἐξ ἀνάγκης μὲν διὰ τὴν ὑγρότητα τού ἐγκεφάλου καὶ διὰ τὰς ῥαφάς (ὅπου γὰρ ὑγρὸν καὶ θερμὸν πλεῖστον, ἐνταῦθʼ ἀναγκαῖον πλείστην εἶναι τὴν ἔκφυσιν), ἕνεκεν δὲ βοηθείας, ὅπωος σκεπάζωσι φυλάττουσαι τὰς ὑπερβολὰς τού τε ψύχους καὶ τῆς ἀλέας. πλεῖστος δʼ ὤν καὶ ὑγρότατος ὁ τῶν ἀνθρύπων ἐγκέφαλος πλείστης καὶ της φυλακῆς δεῖται· τὸ γὰρ ὑγρὸτατον καὶ ζεῖ καὶ ψύχεται μάλιστα ,τὸ δ᾿ ἐναντίως ἔχον ἀπαθέστερὸν ἐστιν.