# De partibus animalium 16.10

Aristotle, De partibus animalium, Β., Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-partibus-animalium/16.10

10 τοῖς μὲν σὖν ἄλίοις ζῴοις πρὸς σωτηρίαν τῶν ὀδόντων ἡ τῶν χειλῶν φύσις ἐστὶ καὶ πρὸς φυλακήν, διόπερ ὡς ἐκείνων μετέχουσι τοῦ ἀκριβηςς καὶ καλῶς ἢ τοὐναντίον, οὕτω καὶ τού διηρθρῶσθαι τοῦτο τὸ μόριον ἔχουσιν· οἱ δʼ ἄνθρωποι μαλακὰ καὶ σαρκύδη καὶ δυνάμενα χωρίζεσθαι, φυλακῆς θʼ ἕνεκα τῶν ὀδόντων ὤσπερ καὶ τὰ ἅλλα, καὶ μᾶλλον ἔτι διὰ τὸ εὖ· πρὸς γὰρ τὸ χρῆσθαι τῷ λόγῳ καὶ ταῦτα. ὥσπερ γὰρ τὴν γλῶτταν οὐχ ὁμοίαν τοῖς ἄλλοις ἐποίησεν ἡ φύσις, πρὸς ἐργασίας δύο καταχρησαμένη, καθάπερ εἴπομεν ποιεῖν αὐτὴν ἐπὶ πολλῶν, 660,a τὴν μὲν γλῶτταν τῶν τε χυμῶν ἕνεκεν καὶ τοῦ λόγου, τὰ δὲ χείλη τούτου θʼ ἓνεκεν καὶ τῆς τῶν ὀδόνφυλακῆς.

---

Aristotle, De partibus animalium, ed. Bernhard Langkavel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg030.local001/.
