# De partibus animalium 16.11-12

Aristotle, De partibus animalium, 16.11 to 16.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-partibus-animalium/16.11

ὁ μὲν γὰρ λόγος ὁ διὰ τῆς φωνῆς ἐκ 11 τῶν γραμμάτων σύγκειται, τῆς δὲ γλύόττης μὴ τοιαύτης οὕσης μηδὲ τῶν χειλῶν ὑγρῶν οὐκ ἄν ἦν φθέγγεσθαι τὰ πλεῖστα τῶν γραμμάτων· τὰ μὲν γὰρ τῆς γλώττης εἰσὶ προσβολαί, τὰ δὲ συμβολαὶ τῶν χειλῶν. ποίας δὲ ταύτα καὶ πόσας καὶ τίνας ἔχει διαφοράς, δεῖ πυνθάνεσθαι παρὰ τῶν μετρικῶν. ἀνάμκη 12 δʼ ἦν εὐθὺς ἀκολουθήσαι τούτων τῶν μορίων ἑκάτερον πρὸς τὴν εἰρημένην χρῆσιν εὐεργὰ καὶ τοιαύτην ἔχοντα τὴν φύσιν· διὸ σάρκινα. μαλακωτάτη δʼ ἡ σὰρξ ἡ τῶν ἀνθρύόπων ὑπὴρχεν. τοῦτο δὲ διὰ τὸ αἰσθητικὸτατον εἶναι τῶν ζῷόων τὴν διὰ τὴς ἁφῆς αἴσθησιν.

---

Aristotle, De partibus animalium, ed. Bernhard Langkavel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg030.local001/.
