Ancient Greek · ~2 min
Β., Chapter 16
Aristotle, De partibus animalium 16.9
Not analysed yet
9 Ὑπὸ δὲ τοὺς μυκτῆρας ἡ τῶν χειλῶν ἐστὶ φύσις τοῖς ἔχουσι τῶν ἐναίμων ὀδόντας. τοῖς γὰρ ὄρνισι, καθάπερ εἴπομεν, διὰ τὴν τροφὴν καὶ τὴν ἀλκὴν τὸ ῥύγχος ὀστῶδες ἐστίν· συνῆκται γὰρ είς ἓν ἀντʼ ὀδόντων καὶ χειλῶν, ὤσπερ ἄν εἴ τις ἀφελὼν ἀνθρώπου τὰ χείλη καὶ συμφύσας τοὺς ἅνωσθεν ὀδόντας χωρὶς καὶ τούς κάτωθεν προαγάγοι μῆκος ποιήσας ἀμφοτέρωθεν εἰς στενὸν· εἴη γὰρ ἂν τοῦτο ἤδῃ ῥύγχος ὀρνιθῶδες.