Ancient Greek · ~3 min
Β., Chapter 17
Aristotle, De partibus animalium 17.11
Not analysed yet
11 καὶ τοῖς μαλακίοις, οἷον σηπίαις καὶ πολύποσιν. τῶν δʼ ἐντὸμων ζῷων ἔνια μὲν ἐντὸς ἔχει τὸ τοιοὺτον μὸριοον, οἷον τὸ τῶν μυρμήκων γένος, ὡσαύτως δὲ καὶ τῶν ὀστρακοδέρμων πολλα· τὰ δʼ ἐκτὸς, οἷον κέντρον, σομφὸν δὲ τὴν φύσιν καὶ κοῖλον, ὥσθ᾿ ἅμα τούτφ καὶ γεύεσθαι καὶ τὴν τροφὴν ἀνασπἀν. δῆλον δὲ τούτο ἐπί τε μυιῶν καὶ μελιττῶν καὶ πάντωον τῶν τοιούτων, ἔτι δʼ ἐπʼ ἐνίων τν ὀστρακοδέρμων· ταῖς γὰρ πορφύραις τοσαύτην ἔχει δύναμιν τούτο τὸ μὸριον ὥστε καὶ τῶν κογχυλίων διατρυπὧσι τὸ ὄστρακον, οἷον τῶν στρόμβων οἷς δελεάζουσιν αὐτάς. ἔτι δʼ οἱ τʼ οἱστροι καὶ οἱ μύωπες οἱ μὲν τὰ τῶν