# De partibus animalium 17.2

Aristotle, De partibus animalium, Β., Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-partibus-animalium/17.2

ὁ μὲν οὖν ἅνθρωοπος ἀπονλελυμμένην 2 τε καὶ μαλακωτάτην ἔχει μάλιστα τὴν γλὼτταν καὶ πλατεῖαν, ὅπως πρὸς ἀμφοτέρας ᾖ τὰς ἐργασίας χρήσιμος, πρὸς τε τὴν τῶν χυμῶν αἱσθησιν (ὁ γὰρ ἄνθρωπος εὐαισθητότατος τῶν ἅλλων ζῴων, καὶ ἡ μαλακὴ γλῶττα· ἁπτικωτάτη γαρ, ἡ δὲ γεῦσις ἀρή τίς ἐστιν), καὶ πρὸς τὴν τῶν γραμμάτων διάρθρωσιν καὶ πρὸς τὸν λόγον ἡ μαλακὴ καὶ πλατεῖα χρήσιμος· συστέλλειν γὰρ καὶ προβάλλειν παντοδαπῆ τοιαύτη οὐσα καὶ ἀπολελυμένη μάλιστʼ ἄν δύναιτο. δηλοῖ δʼ ὅσοις μὴ λίαν ἀπολέλυται· ψελλίζονται γὰρ καὶ τραυλίζουσι, τούτο δʼ ἐστὶν ἔνδεια τῶν γραμμάτων.

---

Aristotle, De partibus animalium, ed. Bernhard Langkavel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg030.local001/.
