Ancient Greek · ~2 min
Β., Chapter 2
Aristotle, De partibus animalium 2.13
Not analysed yet
τάχα δὲ καὶ ἡ τοῦ πυρὸς φύσις, εἰ 13 ἔτυχε, τοιαύτη τις ἐστίν· ἴσως γὰρ τὸ ὑποκείμενόν ἐστιν ἢ καπνὸς ἢ ἄνθραξ, ὧν τὸ μὲν ἀεὶ θερμὸν (ἀναθυμίασις γὰρ ὁ καπνός), ὁ δʼ ἄνθραξ ἀποσβεσθεὶς ψυχρὸς. ἔλαιον δὲ καὶ πεύκη γένοιτʼ ἂν ψυχρά. ἔχει δὲ θερμότητα καὶ τὰ πυρωσθέντα πάντα σχεδόν, οἷον κονία καὶ τέφρα, καὶ τὰ ὑποστήματα τῶν ζῴων, καὶ τῶν περιττωμάτων ἡ χολὴ, τῷ ἐμπεπυρεῦσθαι καὶ ἐγκαταλελεῖφθαί τι ἐν αὐτοῖς θερμόν. ἄλλον δὲ τρόπον θερμὸν πεύκη καὶ τὰ πίονα, τῷ ταχύ μεταβάλλειν εἰς ἐνέργειαν πυρός. δοκεῖ δὲ τὸ θερμὸν καὶ πηγνύναι καὶ τήκειν.