Ancient Greek · ~2 min
Γ., Chapter 2
Aristotle, De partibus animalium 2.3-2
Not analysed yet
3 τῶν δὲ διχαλῶν τὰ μὲν πολλὰ κέρατα ἔχει πρὸς ἀλκὴν, καὶ τῶν μωνύχων ἔνια, τὰ δὲ καὶ πρὸς βοήθειαν. ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος, καθάπερ τοῖς ἵπποις βεβοήθηκεν, ἤ μέγεθος, ὥσπερ ταῖς καμήλοις· καὶ γὰρ μεγέθοας ὺπερβολὴ τὴν ἀπὸ τῶν ἄλλων ζῴων φθορὰν ίκανὴ κωλύειν, ὅπερ συμβέπηκε ταῖς καμήλοις, ἔτι δὲ μάλλον τοῖς ἐλέφοασιν. τὰ δὲ χαυλιόδοντα, ὥσπερ καὶ τὸ τῶν ὑῶν γένος, διχαλὸν.