Ancient Greek · ~2 min
Γ., Chapter 2
Aristotle, De partibus animalium 2.5-2
Not analysed yet
τὰ μὲν οὖν πλεῖστα, καθάπερ καὶ τὸ 5 σὤμα διῄρηται τῶν ζῴων οἷς ποιεῖται τὴν κίνησιν, δεξιὸν καὶ ἀριστερὸν, καὶ κέρατα δύο πέφυκεν ἔχειν διὰ τὴν αίτίαν ταύτην· ἔστι δὲ καὶ μονοκέρατα, οἷον ὅ τʼ ὄρυξ καὶ ὁ Ἰνδικὸς καλούμενος ὄνος. ἔστι δʼ ὁ μὲν ὄρυξ διχαλόν, ὁ δʼ ὄνος μώνυχον. ἔχει δὲ τὰ μονοκέρατα τὸ κέρας ἐν τῷ μέσῳ της κεφαλῆς· οὕτω γὰρ ἑκάτερον τῶν μερῶν μάλιστʼ ἄν ἔχοι κέρας ἕν· τὸ γὰρ μέσον ὁμοίωος κοινὸν ἀμφοτέρων τῶν ἐσχάτων.