Ancient Greek · ~3 min
Γ., Chapter 2
Aristotle, De partibus animalium 2.7-2
Not analysed yet
ὀρθῶς δὲ καὶ τὸ ἐπὶ τῆς κεφαλῆς ποιῆσαι τὴν τῶν κεράτων φύσιν, ἀλλα μὴ καθάπερ ὁ Αἰσύπου Μῶμος διαμέμφεται τὸν ταύρον ὅτι οὑκ ἐπὶ τοῖς ὤμοις ἔχει τὰ κέρατα, ὅθεν τὰς πληγὰς ἐποιεῖτʼ ἂν ἰσχυροτάτας, ἀλλʼ ἐπὶ τοῦ ἀσθενεστάτου μέρους τῆς κεφαλῆς. οὐ γὰρ ὀξύ βλέπων ὁ Μῶμος ταῦτʼ ἐπετίμησεν. ὥσπερ γὰρ καὶ εἰ ἑτέρωθί που τού σώματος κέρατα ἐπεφύκει, βάρος ἂν παρεῖχεν ἄλλως οὐδὲν ὄντα χρήσιμα κἄν ἐμπόδια τῶν ἔργων πολλοῖς ἦν, οὕτω καὶ ἐπὶ τῶν ὤμων πεφυκότα. οὐ γὰρ μόνον χρὴ σκοπεῖν πόθεν ἰσχυρὸτεραι σἱ πληγαί, ἀλλὰ καὶ πόθεν πορρώτεραι· ὥστʼ ἐπεὶ χεῖρας μὲν οὐκ ἔχουσιν, ἐπὶ δὲ τῶν ποδῶν ἀδύνατον, ἐν δὲ τοῖς γὸνασιν ὄντα τὴν κάμψιν ἐκήὸλυεν ἂν, ἀναγκαῖον ὥσπερ νῦν ἔχουσιν, ἐπὶ τῆς κεφαλῆς ἔχειν.