Ancient Greek · ~3 min
Β., Chapter 3
Aristotle, De partibus animalium 3.3-2
Not analysed yet
πῶς μὲν οὖν θερμὸν καὶ πῶς 3 ὑγρόν, καὶ πῶς τῶν ἐναντίων ἡ φύσις τοὺ αἵματος κεκοινώνηκεν, εἴρηται σχεδόν. ἐπεὶ δʼ ἀνάγκη πᾶν τὸ αὐξανόμενον λαμβάνειν τροφὴν, ἡ δὲ τροφὴ πᾶσιν ἐξ ὑγρσῦ καὶ ξηροῦ, καὶ τούτων ἡ πέψις γίνεται καὶ ἡ μεταβολὴ διὸ τῆς τοῦ θερμοῦ δυνάμεως, καὶ τὰ ζῷα πάντα καὶ τὰ φυτά, κἀν εἰ μὴ διʼ ἄλλην αἰτίαν, ἀλλὰ δι ταύτην ἀναγκαῖον ἔχειν ἀρχὴν θερμοῦ φυσικήν, καὶ ταύτην ὥσπερ αἱ ἐργασίαι τῆς τροφῆς πλειόνων εἰσὶ μορίων. ἡ μὲν γὰρ πρώτη φανερὰ τοῖς ζῴοις λειτουργία διὰ τοῦ στόματος οὖσα καὶ τῶν ἐν τούτῳ μορίων, ὅσων ἡ τροφὴ δεῖται διαιρέσεως. ἀλλʼ αὕτη μὲν οὐδεμιᾶς αἰτία πέψεως, ἀλλʼ εὐπεψίας μᾶλλον· ἡ γὰρ εἰς μικρὰ διαίρεσις τῆς τροφῆς ῥᾴω ποιεῖ τῷ θερμῷ τὴν ἐργασίαν· ἡ δὲ τῆς ἄνω καὶ τῆς κάτω κοιλίας ἤδη μετὰ θερμότητος φυσικῆς ποιεῖται τὴν πέψιν.