Ancient Greek · ~2 min
ΠΕΡΙ ΖΩΙΩΝ ΜΟΡΙΩΝ Α., Chapter 3
Aristotle, De partibus animalium 3.5
Not analysed yet
ἔστι δʼ ἡ διαφορὰ τὸ εἶδος ἐν τῇ ὕλῃ. 5 οὔτε γὰρ ἄνευ ὕλης οὐδὲν ζῴου μόριον, οὕτε μόνη ἡ ὕλη· οὐ γὰρ πάντως ἔχον σῶμα ἔσται ζῷον, οὐδὲ τῶν μορίων οὐδέν, ὥσπερ πολλάκις εἴρηται. ἔτι διαιρεῖν χρὴ τοῖς ἐν τῇ οὐσίᾳ καὶ μὴ τοῖς συμβεβηκόσι καθʼ αὐτό, οἷον εἴ τις τὰ σχήματα διαιροίη, ὅτι τὰ μὲν δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, τὰ δὲ πλείοσιν·