Ancient Greek · ~2 min
Γ., Chapter 4
Aristotle, De partibus animalium 4.4-3
Not analysed yet
ἔχει δὲ καὶ ἡ θέσις αὐτὴς ἀρχικὴν 4 χώραν· περὶ μέσον γάρ, μᾶλλον δʼ ἐν τῷ ἄνω ἢ κάτω καὶ ἔμπροσθεν ὄπισθεν· ἐν τοῖς γὰρ τιμιωτέροις τὸ τιμιωτερον καθίδρυκεν ἡ φύσις, οὐ μή τι κωλύει μεῖζον. ἐμφανέστατον δὲ τὸ λεχθέν ἐστιν ἐπὶ τῶν ἀνθρύπων, βούλεται δὲ καὶ ἐν τοῖς ἄλλοις ὁμολόγως ἐν μέσῳ κεῖσθαι τού ἀναγκαίου σήὸὸματος. τούτου δὲ πέρας ὴ τὰ περιττώματα ἀποκρίνεται· τὰ δὲ κῶλα πέφυκεν ἄλίοις ἄλωος, καὶ οὐκ ἔστι τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, διὸ καὶ ἀφαιρουμένων ζῶσιν· δῆλον δʼ ὡς οὐδὲ προστιθέμενα φθείρει.