Ancient Greek · ~2 min
Γ., Chapter 4
Aristotle, De partibus animalium 4.9
Not analysed yet
9 ὑπάέρχει δὲ καὶ τὸ ἧπαρ πᾶσι τοῖς ἐναίμοις· ἀλλʼ οὐθεὶς ἄν ἀξιωόσειεν αὐτὸ ἀρχὴν εἶναι οὔτε τοῦ ὅλου σύὸματος οὕτε τοῦ αἵματος· κεῖται γὰρ οὐδαμῶς πρὸς ἀρχοειδῆ θέσιν, ἔχει δʼ ὧσπερ ἀντίζυγον ἐν τοῖς μάλιστʼ ἀπηκριβωμένοις τὸν σπλὴνα. ἔτι δʼ ὑποδοχὴν αἵματος οὐκ ἔχει ἐν ἑαυτῷ καθάπερ ἡ καρδία, ἀλλʼ ὥσπερ τὰ λοιπά, ἐν φλεβί. ἔτι δὲ τείνει διʼ αὐτού φλέψ, ἐξ ἐκείνης δʼ οὐδεμία· πασῶν γὰρ τῶν φλεβῶν ἐκ τῆς καρδίας αἱ ἀρχαί.