Ancient Greek · ~2 min
Γ., Chapter 5
Aristotle, De partibus animalium 5.10
Not analysed yet
10 ἦδη δέ τισιν ίδρῶσαι συνέβη αἱματώδει περιττώόματι διὰ καχεξίαν, τοῦ μὲν σώματος ῥυάδος καὶ μανοῦ γενομένου, τοῦ δʼ αἵματος ἐξυγρανθέντος διʼ ἀπεψίαν, ἀδυνατούσης τῆς ἐν τοῖς φλεβίοις θερμὸτητος πέσσειν διʼ ὀλιγότητα. εἴρηται γὰρ ὅτι πἀν τὸ κοινὸν γῆς καὶ ὕὅατος παχύνεται πεσσόμενον, ἡ δὲ τροφὴ καὶ τὸ αἷμα μικτὸν ἐξ ἀμφοῖν. ἀδυνατεῖ δὲ πέσσειν ἡ θερμότης οὑ μόνον διὰ τὴν αὑτῆς ὀλιγότητα ἀλλὰ καὶ διὰ πλῆθος καὶ ὑπερταύτην βολὴν τῆς εἰσφερομένης τροφῆς· γίνεται δὲ πρὸς ὀλίγη. ἡ δʼ ὑπερβολὴ δισσἡ· καὶ γὰρ τῷ ποσῷ καὶ τῷ ποιῷ· οὐ γὰρ πἀν ὁμοίως εὔπεπτον.