Ancient Greek · ~3 min
5.19 to 5.20
Aristotle, De partibus animalium 5.19-20
Not analysed yet
ὅν δὲ τρόπον ἔχει τούτων 19 ἓκαστον, ἔκ τε τῶν ἱστοριῶν τῶν περὶ τὰ ζῷα θεωρείσθω καὶ ἐκ τῶν ἀνατομῶν· τὰ μὲν γὰρ τῷ λόγῳ τὰ δὲ πρὸς τὴν ὄ ψιν αὐτῶν σαφηνίζειν δεῖ μᾶλλον. ἰδίως δʼ ἔχουσι τῶν ὀστρακοδέρμων οἵ τʼ ἐχῖνοι καὶ τὸ τῶν καλουμένων τηθύων γένος. ἔχουσι 20 δʼ οἱ ἐχῖνοι ὀδόντας μὲν πέντε καὶ μεταξύ τὸ σαρκῶδες, ὅπερ ἐπὶ πάντων ἐστὶ τῶν εἰρημένων, ἐχόμενον δὲ τούτου στόμαχον, ἀπὸ δὲ τούτου τὴν κοιλίαν εἰς πολλὰ διῃρημένην, ὡσπερανεὶ πολλὰς τοῦ ζῴου κοιλίας ἔχοντος. κεχωρισμέναι μὲν γάρ εἰσι καὶ πλήρεις περιττώματος, ἐξ ἑνὸς δʼ ἤρτηνται τοῦ στομαέχου καὶ τελευτῶσι πρὸς μίαν ἔξοδον τὴν τοῦ πε ριττώματος.