Ancient Greek · ~2 min
Γ., Chapter 5
Aristotle, De partibus animalium 5.2-3
Not analysed yet
2 τού μὲν οὖν εἰς μίαν ἀρχὴν συντελεῖν καὶ ἀπὸ μιᾶς σἴτιον τὸ μίαν ἔχειν πάντα τὴν αἰσθητικὴν ψυχὴν ἐνεργείᾳ, ὥστε καὶ τὸ μόριον ἕν τὸ ταύτην ἔχον πρώτως, ἐν μὲν τοῖς ἐναίμοις κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν, τῶν δʼ ἀναίμων ἐνίοις κατ’ ἐνεργείαν μόνον. διὸ καὶ τὴν τού θερμοῦ ἀρχὴν ἀναγκαῖον ἐν τῷ αὐτῷ τόπῳ εἶναι· αὕτη δʼ ἐστὶν αἰτία καὶ τῷ αἵματι τῆς ὑγρότητος καὶ τῆς θερμὸτητος.