Ancient Greek · ~2 min
ΠΕΡΙ ΖΩΙΩΝ ΜΟΡΙΩΝ Α., Chapter 5
Aristotle, De partibus animalium 5.6
Not analysed yet
ἀναγκαῖον δὲ πρῶτον 6 τὰ συμβεβηκότα διελεῖν περὶ ἕκαστον γένος, ὅσα καθʼ αὐτὰ πᾶσιν ὑπάρχει τοῖς ζῴοις, μετὰ δὲ ταῦτα τὰς αἰτίας αὐτῶν πειρᾶσθαι διελεῖν. εἴρηται μὲν οὖν καὶ πρότερον ὅτι πολλὰ κοινὰ πολλοῖς ὑπάρχει τῶν ζῴων, τὰ μὲν ἀπλῶς, οἷον πόδες, πτερά, λεπίδες, καὶ πάθη δὴ τὸν αὐτὸυ τρόπον τούτοις, τὰ δʼ ἀνάλογον. λέγω δʼ ἀνάλογον, ὅτι τοῖς μὲν ὑπάρχει πλεύμων, τοῖς δὲ πλεύμων μὲν οὔ, ὃ δὲ τοῖς ἔχουσι πλεύμονα, ἐκείνοις ἕτερον ἀντὶ τούτου· καὶ τοῖς μὲν αἷμα, τοῖς δὲ τὸ ἀνάλογον τὴν αὐτὴν ἔχον δύναμιν ἥνπερ τοῖς ἐναίμοις τὸ αἷμα.