Ancient Greek
Γ., Chapter 6
Aristotle, De partibus animalium 6.1-2
Not analysed yet
Πλεύμονα μὲν σὖν ἔχει διὰ τὸ πεξὸν εἶναί τι 6 γένος τῶν ζῴόων. ἀναγκαῖον μὲν γὰρ γίνεσθαι τῷ θερμῷ κατάψυξιν, ταύτης δὲ δεῖται θύραθεν τὰ ἔναιμα τῶν ζῴων· θερμὸτερα γάρ. τὰ δὲ μὴ ἔναιμα καὶ τᾧ συμφύτῳ πνεύματι δύναται καταψύχειν. ἀνάγκη δὲ καταψύχειν ἔξωθεν ἢ ὕδατι ἤη ἀέρι. διόπερ τν μὲν ἰχθύων οὐδεὶς ἔχει πλεύμονα, ἀλλʼ ἀντὶ τούτου βράγχια, καθάπερ εἴρηται ἐν τοῖς περὶ ἀναπνοῆς· ὕδατι γὰρ ποιεῖται τὴν κατάψυξιν, τὰ δʼ ἀναπνέοντα τῷ ἀέρι, διόπερ πάντα τὰ ἀναπνέοντα ἔχει πλεύμονα.