Ancient Greek
6.1 to 6.2
Aristotle, De partibus animalium 6.1-3-2
Not analysed yet
Τὰ μὲν οὖν ἔντομα τῶν ζῴων οὐ πολυμερῆ μὲν 6 τὸν ἀριθμόν ἐστιν, ὅμως δʼ ἔχει πρὸς ἄλληλα διαφοραές. πολύποδα μὲν γάρ ἐστι πάντα διὰ τὸ πρὸς τὴν βραδυτῆτα καὶ κατάψυξιν τῆς φύσεως τὴν πο λυποδίαν ἀνυτικωτέραν αὐτοῖς ποιεῖν τὴν κίνησιν· καὶ μάλιστα πολύποδα τὰ μάλιστα κατεψυγμένα διὰ τὸ μῆκος οἷον τὸ τῶν ἰούλων γένος. 2 ἔτι δὲ διὰ τὸ ἀρχὰς ἔχειν πλείονας αἵ τʼ ἐντομαί εἰσι καὶ πολύποδα κατὰ ταῦτʼ ἐστίν. ὅσα δʼ ἐλάττονας ἔχει πόδας, πτηνὰ ταῦτʼ ἐστὶ πρὸς τὴν ἔλλειψιν τὴν τῶν ποδῶν.