Ancient Greek · ~2 min
6.4 to 6.5
Aristotle, De partibus animalium 6.4-2-5
Not analysed yet
4 καὶ ἄσχιστον δὲ τούτων ἐστὶ τὸ πτερὸν καὶ ἄκαυλον· οὐ γάρ ἐστι πτερὸν ἀλλʼ ὑμὴν δερματικός, ὃς διὰ ξηρότητα ἐξ ἀνάγκης ἀφίσταται τοῦ σώματος αὐτῶν ψυχομένου τοῦ σαρκώδους. 5 ἔντομα δʼ ἐστὶ διά τε τὰς εἰρημένας αἰτίας, καὶ ὅπως σώζηται διʼ ἀπάθειαν συγκαμπτόμενα· συνελίττεται γὰρ τὰ μῆκος ἔχοντʼ αὐτῶν, τοῦτο δʼ οὐκ ἅν ἐγίνετʼ αὐτοῖς μὴ οὖσιν ἐντόμοις. τὰ δὲ μὴ ἑλικτὰ αὐτῶν σκληρύνεται μᾶλλον συνιόντα εἰς τὰς τομάς.