Ancient Greek · ~1 min
Γ., Chapter 7
Aristotle, De partibus animalium 7.1-2
Not analysed yet
Δοκεῖ δὲ τῶν σπλάγχνων τὰ μὲν εἶναι μονοφυῆ, 7 καθάπερ καρδία καὶ πλεύμων, τὰ δὲ διφυῆ, καθάπερ νεφροί, τὰ δʼ ἀπορεῖται ποτέρως ἔχει. φανείη γὰρ ἄν ἐπαμφοτερίζειν τούτοις τὸ ἠπαρ καὶ ὸ σπλήν· καὶ γὰρ ὡς μονοφυὲς ἑκάτερον, καὶ ὡς ἀνθʼ ἑνὸς δύο παραπλησίαν ἔχοντα τὴν φύσιν. ἔστι δὲ πάντα διφουᾶ.