Ancient Greek
Β., Chapter 7
Aristotle, De partibus animalium 7.2
Not analysed yet
ὅτι μὲν οὖν ὁ 2 μυελὸς θερμόν ἐστι, δῆλον ἐκ πολλῶν. ἡ δὲ τοῦ ἐγκεφάλου ψυχρότης φανερὰ μὲν καὶ κατὰ τὴν θίξιν, ἔτι δʼ ἀναιμότατον τῶν ὑγρῶν τῶν ἐν τῷ σήματι πάντων (οὐδʼ ὁτιοῦν γὰρ αἵματος ἔχει ἐν αὑτῷ) καὶ αὐχμηρότατον. ἔστι δʼ οὔτε περίττωμα οὔτε τῶν συνεχῶν μορίων, ἀλλὰ ἴδιος ἡ φύσις, καὶ εὐλόγως τοιαύτη.