Ancient Greek · ~1 min
Β., Chapter 7
Aristotle, De partibus animalium 7.6
Not analysed yet
6 δεἵ δὲ λαβεῖν, ὡς μεγάλῳ παρεικάζοντα μικρὸν, ὁμοίως συμβαίνειν ὧσπερ τὴν τῶν ὑετῶν γένεσιν· ἀναθυμιωμένης γὰρ ἐκ τῆς γῆς τῆς ἀτμίδος καὶ φερομένης ὑπὸ τού θερμού πρὸς τὸν ἄνω τόπον, ὅταν ἐν τῷ ὑπὲρ ην γῆς γένηται ἀέρι ὄντι ψυχρῷ, συνίσταται πάλιν εἰς ὕδωρ διὰ τὴν ψύξιν καὶ ῥεῖ κάτω πρὸς τὴν γῆν.