Ancient Greek · ~2 min
Γ., Chapter 7
Aristotle, De partibus animalium 7.8-2
Not analysed yet
καρδία μὲν σὖν καὶ ἧπαρ πᾶσιν ἀναγκαῖα τοῖς ζῴοις, ἡ μὲν διὰ τὴν τῆς θερμότητος ἀρχήν (δεῖ γὰρ εἶναί τινα οἷον ἑστίαν, ἐν ῂ κείσεται τῆς φύσεως τὸ ζωπυροῦν, καὶ τοῦτο εὐφφίλακτον, ὥσπερ ἀκρόπολις οὺσα τοῦ σώματος), τὸ δʼ ἧπαρ τῆς πέψεως χάριν. πάντα δὲ δεῖται τὰ ἔναιμα δυοῖν τούτοιν, διόπερ ἔχει πάντα τὰ ἔναιμα δύο τὰ σπλάγχνα ταύτα μόνον· ὅσα δʼ ἀναπνεῖ, καὶ πλεύμονα τρίτον.