Ancient Greek · ~1 min
Β., Chapter 9
Aristotle, De partibus animalium 9.1
Not analysed yet
9 Ἔχει δʼ ὁμοίως ἥ τε τῶν ὀστῶν καὶ ἡ τῶν φλεβῶν φύσις. ἑκατέρα γὰρ οὐτων ἀφοʼ ἑνὸς ἠργμένη συνεχής ἐστι, καὶ οὔτʼ ὀστοῦν ἐστὶν αὐτὸ καθʼ αὑτὸ οὐδέν, ἁλλ’ ἢ μόριον ὡς συνεχοῦς ἤ ἁπτόμενον καὶ προσδεδεμένον, ἵνα χρῆται ἡ φύσις καὶ ὡς ἑνὶ καὶ συνεχεῖ καὶ ὡς δυσὶ καὶ διῃρημένοις πρὸς τὴν κάμυψιν.