Ancient Greek
9.12 to 9.13
Aristotle, De partibus animalium 9.12-13
Not analysed yet
12 ἐξ ἀνάγκης δὲ πάντα ταύτα 12 γεώδη καὶ στερεὰν ἔχει τὴν φύσιν· ὅπλου γὰρ αὕτη δύναμις. διὸ καὶ πάντα τὰ τοιαῦτα μἀλλον ἐν τοῖς τετράποσιν ὑπάρχει ζῄοις τῶν ζῳοτόκων, διὰ τὸ γεωδεστέραν ἔχειν πάντα τὴν σύστασιν ἢ τὸ τῶν ἀνθρώπων γένος. 13 ἀλλὰ καὶ περὶ τούτων καὶ τῶν ἐχομένων, 13 οἷον δέρματος καὶ κύστεως καὶ ὑμένος καὶ τριχην καὶ πτερὧν καὶ τῶν ἀνάλογον τούτοις καὶ εῖ τι τοιοῦτόν ἐστι μέρος, ὕστερον ἕμα τοῖς ἀνομοιομερέσι θεωρητέον τὴν αἰτίαν αὐτῶν, καὶ τίνος ἓνεκεν ὑπάρχει τοῖς ζῴοις ἕκαστον· ἐκ τῶν ἔργων γὰρ γνωρίζειν, ὥσπερ κἀκεῖνα, καὶ ταύτα ἀναγκαῖον ἄν εἴη.