# De partibus animalium 9.3

Aristotle, De partibus animalium, Β., Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-partibus-animalium/9.3

ἀρχὴ δὲ τῶν μὲν φλεβῶν ἡ καρδία, 3 τῶν δʼ ὀστῶν ἡ καλουμένη ῥάχις τοῖς ἔχουσιν ὀστᾶ πόσιν, ἀφοʼ ἧς συνεχὴς ἡ τῶν ἄλλων ὀστῶν ἐστὶ φύσις· ἡ γὰρ τὸ μὴκρς καὶ τὴν ὁρθὸτητα συνέχουσα τῶν ζῷόων ἡ ῥάχις ἐστίν. ἐπεὶ δʼ ἀνάγκη κινουμένου τού ζῷὸου κάμπτεσθαι τὸ σώμα, μία μὲν διὰ τὴν συνέχειάν ἐστι, πολυμερὴς δὲ τὴ διαιρέσει τῶν σπονδύλων. ἐκ δὲ ταύτης τοῖς ἔχουσι κῶλα συνεχῆ πρὸς αὑτήν, τὰ τούτων ὀστᾶ τῶν ἀρμονιον ἐστίν, ᾖ μὲν ἔχει τὰ κῶλα κάμψιν, συνδεδεμένα τε νεύροις, καὶ τῶν ἐσχάτων συναρμοττόντων, τοὺ μὲν ὄντος κοίλου τοῦ δὲ περιφεροῦς, ἤ καὶ ἀμφοτέρων κοίλων, ἐν μέσῳ δὲ περιειληφότων, οἷον γόμφον, ἀστράγαλον, ἵνα γίνηται κάμψις καὶ ἔκτασις· ἄλίως γὰρ ἢ ὅλως ἀδύνατον, ἦ οὑ καλῶς ἄν ἐποίουν τὴν τοιαύτην κίνησιν.

---

Aristotle, De partibus animalium, ed. Bernhard Langkavel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg030.local001/.
