Ancient Greek · ~1 min
Β., Chapter 9
Aristotle, De partibus animalium 9.6
Not analysed yet
τὰ μὲν οὖν ζῳοτόκα τῶν ζῴων καὶ ἐν αὑτοῖς 6 καὶ ἐκτὸς παραπλησίων ἔχει τὴν τῶν ὀστῶν δύναμιν καὶ ἰσχυράν. πολὺ γὰρ μείζω πάντα τὰ τοιαῦτα τῶν μὴ ζῳοτόκων ὡς κατὰ λόγον εἰπεῖν τῶν σωμάτων· ἐνιαχοῦ γὰρ πολλὰ γίνεται μεγάλα τῶν ζῳοτόκων, οἷον ἐν Λιβύῃ καὶ τοῖς τόποις τοῖς θερμοῖς καὶ τοῖς ξηροῖς.