# De sensu et sensibilibus 2.1-3

Aristotle, De sensu et sensibilibus, 2.1 to 2.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-sensu-et-sensibilibus/2.1

Τοῦ δὲ σώματος ἐν οἷς ἐγγίγνεσθαι πέφυκεν αἰσθητηρίοις, ἔνιοι μὲν ζητοῦσι κατὰ τὰ στοιχεῖα τῶν σωμάτων· οὐκ εὐποροῦντες δὲ πρὸς τέτταρα πέντ’ οὔσας συνάγειν, γλίχονται περὶ τῆς πέμπτης. Ποιοῦσι δὲ πάντες τὴν ὄψιν πυρὸς διὰ τὸ πάθους τινὸς ἀγνοεῖν τὴν αἰτίαν· θλιβομένου γὰρ καὶ κινουμένου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν· τοῦτο δ’ ἐν τῷ σκότει πέφυκε συμβαίνειν, ἢ τῶν βλεφάρων ἐπικεκαλυμμένων· γίνεται γὰρ καὶ τότε σκότος. Ἔχει δ’ ἀπορίαν τοῦτο καὶ ἑτέραν. Εἰ γὰρ μὴ ἔστι λανθάνειν αἰσθανόμενον καὶ ὁρῶντα ὁρώμενόν τι, ἀνάγκη ἄρ’ αὐτὸν ἑαυτὸν ὁρᾶν τὸν ὀφθαλμόν. Διὰ τί οὖν ἠρεμοῦντι τοῦτ’ οὐ συμβαίνει;

---

Aristotle, De sensu et sensibilibus, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg041.local001/.
