Ancient Greek
3.10 to 3.11
Aristotle, De sensu et sensibilibus 3.10-11
Not analysed yet
Περὶ δὲ τῶν ἄλλων χρωμάτων ἤδη διελομένους ποσαχῶς ἐνδέχεται γίγνεσθαι λεκτέον. Ἐνδέχεται μὲν γὰρ παρ’ ἄλληλα τιθέμενα τὸ λευκὸν καὶ τὸ μέλαν, ὥσθ’ ἑκάτερον μὲν εἶναι ἀόρατον διὰ σμικρότητα, τὸ δ’ ἐξ ἀμφοῖν ὁρατὸν οὕτω γίνεσθαι. Τοῦτο γὰρ οὔτε λευκὸν οἷόν τε φαίνεσθαι οὔτε μέλαν· ἐπεὶ δ’ ἀνάγκη μέν τι ἔχειν χρῶμα, τούτων δ’ οὐδέτερον δυνατόν, ἀνάγκη μικτόν τι εἶναι καὶ εἶδός τι χρόας ἕτερον.