Ancient Greek · ~7 min
7.18 to 7.22
Aristotle, De sensu et sensibilibus 7.18-22
Not analysed yet
Ἀφῃρήσθω ἡ τὸ Γ Β, ἐν ᾗ οὐκ ᾐσθάνετο. Οὐκοῦν ἐν ταύτης τινὶ ἢ ταύτης τι, ὥσπερ τὴν γῆν ὁρᾷ ὅλην, ὅτι τοδὶ αὐτῆς, καὶ ἐν τῷ ἐνιαυτῷ βαδίζει, ὅτι ἐν τῷδε τῷ μέρει αὐτοῦ. Ἀλλὰ μὴν ἐν τῷ Β Γ οὐδὲν αἰσθάνεται. Τῷ ἄρα ἐν τούτου τινὶ τοῦ Α Β αἰσθάνεσθαι λέγεται τοῦ ὅλου αἰσθάνεσθαι καὶ τὴν ὅλην. Ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῆς Α Γ· ἀεὶ γὰρ ἐν τινὶ καὶ τινός, ὅλου δ’ οὐκ ἔστιν αἰσθάνεσθαι. Ἅπαντα μὲν οὖν αἰσθητά ἐστιν, ἀλλ’ οὐ φαίνεται ὅσα ἐστίν· τοῦ γὰρ ἡλίου τὸ μέγεθος ὁρᾷ καὶ τὸ τετράπηχυ πόρρωθεν, ἀλλ’ οὐ φαίνεται ὅσον, ἀλλ’ ἐνίοτε ἀδιαίρετον, ὁρᾷ δ’ οὐκ ἀδιαίρετον. Ἡ δ’ αἰτία εἴρηται ἐν τοῖς ἔμπροσθεν περὶ τούτου. Ὅτι μὲν οὖν οὐθείς ἐστι χρόνος ἀναίσθητος, ἐκ τούτων φανερόν· περὶ δὲ τῆς πρότερον λεχθείσης ἀπορίας σκεπτέον, πότερον ἐνδέχεται ἅμα πλειόνων αἰσθάνεσθαι ἢ οὐκ ἐνδέχεται. Τὸ δ’ ἅμα λέγω ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ πρὸς ἄλληλα. Πρῶτον μὲν οὖν ἆρ’ ὧδ’ ἐνδέχεται, ἅμα μέν, ἑτέρῳ δὲ τῆς ψυχῆς αἰσθάνεσθαι, καὶ οὐ τῷ ἀτόμῳ, οὕτω δ’ ἀτόμῳ ὡς παντὶ ὄντι συνεχεῖ; Ἢ ὅτι πρῶτον μὲν τὰ κατὰ τὴν μίαν αἴσθησιν, οἷον λέγω ὄψιν, εἰ ἔσται ἄλλῳ αἰσθανομένη ἄλλου καὶ ἄλλου χρώματος, πλείω τε μέρη ἕξει εἴδει ταὐτά; Καὶ γὰρ ἃ αἰσθάνεται, ἐν τῷ αὐτῷ γένει ἐστίν. Εἰ δὲ ὅτι ὡς δύο ὄμματα φαίη τις, οὐδὲν κωλύει, οὕτω καὶ ἐν τῇ ψυχῇ, ὅτι ἴσως ἐκ μὲν τούτων ἕν τι γίνεται καὶ μία ἡ ἐνέργεια αὐτῶν· ἐκεῖ δέ, εἰ μὲν ἓν τὸ ἐξ ἀμφοῖν, ἐκεῖνο τὸ αἰσθανόμενον ἔσται, εἰ δὲ χωρίς, οὐχ ὁμοίως ἕξει.