# De sensu et sensibilibus 7.4-6

Aristotle, De sensu et sensibilibus, 7.4 to 7.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-sensu-et-sensibilibus/7.4

Ὥστε ἢ οὐδεμία ἔσται αἴσθησις ἢ ἄλλη ἐξ ἀμφοῖν. Ὅπερ καὶ γίνεσθαι δοκεῖ ἐκ τῶν κεραννυμένων ἐν ᾧ ἂν μιχθῶσιν. Ἐπεὶ οὖν ἐκ μὲν ἐνίων γίνεταί τι, ἐκ δ’ ἐνίων οὐ γίνεται, τοιαῦτα δὲ τὰ ὑφ’ ἑτέραν αἴσθησιν· μίγνυνται γὰρ ὧν τὰ ἔσχατα ἕν· οὐκ ἔστι δ’ ἐκ λευκοῦ καὶ ὀξέος ἓν γενέσθαι ἀλλ’ ἢ κατὰ συμβεβηκός, ἀλλ’ οὐχ ὡς ἐξ ὀξέος καὶ βαρέος συμφωνία· οὐκ ἄρα οὐδ’ αἰσθάνεσθαι ἐνδέχεται αὐτῶν ἅμα. Ἴσαι μὲν γὰρ οὖσαι αἱ κινήσεις ἀφανιοῦσιν ἀλλήλας, ἐπεὶ μία οὐ γίνεται ἐξ αὐτῶν. Ἐὰν δ’ ἄνισοι, ἡ κρείττων αἴσθησιν ἐμποιήσει, ἐπεὶ μᾶλλον ἅμα δυεῖν αἴσθοιτ’ ἂν ἡ ψυχὴ τῇ μιᾷ αἰσθήσει ὧν μία αἴσθησις, οἷον ὀξέος καὶ βαρέος· μᾶλλον γὰρ ἅμα ἡ κίνησις τῆς μιᾶς ταύτης ἢ τοῖν δυοῖν, οἷον ὄψεως καὶ ἀκοῆς.

---

Aristotle, De sensu et sensibilibus, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg041.local001/.
