# De sophisticis elenchis 23

Aristotle, De sophisticis elenchis, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-sophisticis-elenchis/23

Ὅλως δ᾿ ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τὸ ἀντικείμενον ἔσται ἡ λύσις ἢ παρ᾿ ὅ ἐστιν ὁ λόγος. Οἷον εἰ παρὰ σύνθεσιν ὁ λόγος, ἡ λύσις διελόντι, εἰ δὲ παρὰ διαίρεσιν, συνθέντι. Πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν, ἡ βαρεῖα προσῳδία λύσις, εἰ δὲ παρὰ βαρεῖαν, ἡ ὀξεῖα. Εἰ δὲ παρ᾿ ὁμωνυμίαν, ἔστι τὸ ἀντικείμενον ὄνομα εἰπόντα λύειν, οἷον εἰ ἔμψυχον συμβαίνει λέγειν, ἀποφήσαντα μὴ εἶναι, δηλοῦν ὡς ἔστιν ἔμψυχον· εἰ δ᾿ ἄψυχον ἔφησεν, ὁ δ᾿ ἔμψυχον συνελογίσατο, λέγειν ὡς ἔστιν ἄψυχον. Ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀμφιβολίας. Εἰ δὲ παρ᾿ ὁμοιότητα λέξεως, τὸ ἀντικείμενον ἔσται λύσις. Ἆρ᾿ ὃ μὴ ἔχει, δοίη ἄν τις; ἢ οὐχ ὃ μὴ ἔχει, ἀλλ᾿ ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον. Ἆρ᾿ ὃ ἐπίσταται, μαθὼν ἢ εὑρὼν ἐπίσταται; ἀλλ᾿ οὐχ ἃ ἐπίσταται. Καὶ εἰ ὃ βαδίζει πατεῖ, ἀλλ᾿ οὐχ ὅτε. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

---

Aristotle, De sophisticis elenchis, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg040.local001/.
