# De sophisticis elenchis 24.1

Aristotle, De sophisticis elenchis, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-sophisticis-elenchis/24.1

Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν ἡ αὐτὴ λύσις πρὸς ἅπαντας. Ἐπεὶ γὰρ ἀδιόριστόν ἐστι τὸ πότε λεκτέον ἐπὶ τοῦ πράγματος, ὅταν ἐπὶ τοῦ συμβεβηκότος ὑπάρχῃ, καὶ ἐπ᾿ ἐνίων μὲν δοκεῖ καὶ φασίν, ἐπ᾿ ἐνίων δ᾿ οὔ φασιν ἀναγκαῖον εἶναι, ῥητέον οὖν συμβιβασθέντας ὁμοίως πρὸς ἅπαντας ὅτι οὐκ ἀναγκαῖον. Ἔχειν δὲ δεῖ προφέρειν τὸ οἷον. Εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τὸ συμβεβηκός. Ἆρ᾿ οἶδας ὃ μέλλω σε ἐρωτᾶν; Ἆρ᾿ οἶδας τὸν προσιόντα ἢ τὸν ἐγκεκαλυμμένον; Ἆρ᾿ ὁ ἀνδριὰς σόν ἐστιν ἔργον, ἢ σὸς ὁ κύων πατήρ; Ἆρα τὰ ὀλιγάκις ὀλίγα ὀλίγα; Φανερὸν γὰρ ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη τὸ κατὰ τοῦ συμβεβηκότος καὶ κατὰ τοῦ πράγματος ἀληθεύεσθαι· μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτὰ ὑπάρχειν· τῷ δ᾿ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ τ᾿ εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ ἐγκεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ· ὥστ᾿ οὐκ εἰ οἶδα τὸν Κορίσκον, ἀγνοῶ δὲ τὸν προσιόντα, τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ· οὐδ᾿ εἰ τοῦτ᾿ ἐστὶν ἐμόν, ἔστι δ᾿ ἔργον, ἐμόν ἐστιν ἔργον, ἀλλ᾿ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι. Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. Λύουσι δέ τινες ἀναιροῦντες τὴν ἐρώτησιν· φασὶ γὰρ ἐνδέχεσθαι ταὐτὸ πρᾶγμα εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό· τὸν οὖν προσιόντα οὐκ εἰδότες, τὸν δὲ Κορίσκον εἰδότες, ταὐτὸ μὲν εἰδέναι καὶ ἀγνοεῖν φασίν, ἀλλ᾿ οὐ κατὰ ταὐτό. Καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι διόρθωσιν· αὕτη δ᾿ οὐκ ἔσται, ἄν τις μὴ ἐπὶ τοῦ εἰδέναι ἀλλ᾿ ἐπὶ τοῦ εἶναι ἢ πῶς ἔχειν τὸ αὐτὸ ἀξίωμα λαμβάνῃ, οἷον εἰ ὅδε ἐστὶ πατήρ, ἔστι δὲ σός· εἰ γὰρ ἐπ᾿ ἐνίων τοῦτ᾿ ἐστὶν ἀληθὲς καὶ ἐνδέχεται ταὐτὸ εἰδέναι καὶ ἀγνοεῖν, ἀλλ᾿ ἐνταῦθα οὐδὲν κοινωνεῖ τὸ λεχθέν. Οὐδὲν δὲ κωλύει τὸν αὐτὸν λόγον πλείους μοχθηρίας ἔχειν. Ἀλλ᾿ οὐχ ἡ πάσης ἁμαρτίας ἐμφάνισις λύσις ἐστίν· ἐγχωρεῖ γὰρ ὅτι μὲν ψεῦδος συλλελόγισται δεῖξαί τινα, παρ᾿ ὃ δὲ μὴ δεῖξαι, οἷον τὸν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινηθῆναι. Ὥστε καὶ εἴ τις ἐπιχειροίη συνάγειν ὡς ἀδύνατον, ἁμαρτάνει, κἂν εἰ μυριάκις ᾖ συλλελογισμένος· οὐ γάρ ἐστιν αὕτη λύσις. Ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ᾿ ὃ ψευδής· εἰ οὖν μὴ συλλελόγισται ἢ καὶ ἀληθὲς ἢ ψεῦδος ἐπιχειρεῖ συνάγειν, ἡ ἐκείνου δήλωσις λύσις ἐστίν. Ἴσως δὲ καὶ τοῦτ᾿ ἐπ᾿ ἐνίων οὐδὲν κωλύει συμβαίνειν· πλὴν ἐπί γε τούτων οὐδὲ τοῦτο δόξειεν ἄν· καὶ γὰρ τὸν Κορίσκον ὅτι Κορίσκος οἶδε, καὶ τὸ προσιὸν ὅτι προσιόν. Ἐνδέχεσθαι δὲ δοκεῖ τὸ αὐτὸ εἰδέναι καὶ μή, οἷον ὅτι μὲν λευκὸν εἰδέναι, ὅτι δὲ μουσικὸν μὴ γνωρίζειν· οὕτω γὰρ τὸ αὐτὸ οἶδε καὶ οὐκ οἶδεν, ἀλλ᾿ οὐ κατὰ ταὐτόν. Τὸ δὲ προσιὸν καὶ Κορίσκον, καὶ ὅτι προσιὸν καὶ ὅτι Κορίσκος, οἶδεν Ὁμοίως δ᾿ ἁμαρτάνουσι καὶ οἱ λύοντες, ὅτι ἅπας ἀριθμὸς ὀλίγος, ὥσπερ οὓς εἴπομεν· εἰ γὰρ μὴ συμπεραινομένου, τοῦτο παραλιπόντες, ἀληθὲς συμπεπεράνθαι φασί, πάντα γὰρ εἶναι καὶ πολὺν καὶ ὀλίγον, ἁμαρτάνουσιν. Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς, οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱὸς ἢ δοῦλος. Καίτοι φανερὸν ὡς εἰ παρὰ τὸ πολλαχῶς λέγεσθαι φαίνεται ὁ ἔλεγχος, δεῖ τοὔνομα ἢ τὸν λόγον κυρίως εἶναι πλειόνων· τὸ δὲ τόνδ᾿ εἶναι τοῦδε τέκνον οὐδεὶς λέγει κυρίως, εἰ δεσπότης ἐστὶ τέκνου· ἀλλὰ παρὰ τὸ συμβεβηκὸς ἡ σύνθεσίς ἐστιν. Ἆρ᾿ ἐστὶ τοῦτο σόν; Ναί. Ἔστι δὲ τοῦτο τέκνον· σὸν ἄρα τοῦτο τέκνον· ὅτι συμβέβηκεν εἶναι καὶ σὸν καὶ τέκνον, ἀλλ᾿ οὐ σὸν τέκνον. Καὶ τὸ εἶναι τῶν κακῶν τι ἀγαθόν· ἡ γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν. Τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα. Εἰ δ᾿ ἄρα πολλαχῶς (καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι, ἀλλ᾿ οὔ τι κτῆμα) καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός, διὰ τοῦτο τῶν κακῶν ἐστίν, ἀλλ᾿ οὐ τοῦτο τῶν κακῶν. Παρὰ τὸ πῇ οὖν καὶ ἁπλῶς φαίνεται. Καίτοι ἐνδέχεται ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν διττῶς, ἀλλ᾿ οὐκ ἐπὶ τοῦ λόγου τούτου, ἀλλ᾿ εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ, μᾶλλον. Ἴσως δ᾿ οὐδ᾿ οὕτως· οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα. Οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι οὐ λέγεται πολλαχῶς· οὐ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες, τοῦτο λέγεται πολλαχῶς· καὶ γὰρ τὸ ἥμισυ εἰπόντες τοῦ ἔπους δός μοι Ἰλιάδα σημαίνομεν, οἷον τὸ Μῆνιν ἄειδε θέα.

---

Aristotle, De sophisticis elenchis, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg040.local001/.
